Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.255 Joseph. AJ 17.259 (English) >>Joseph. AJ 17.264

17.257αὐτὸς δὲ τοῦ φρουρίου τὸν ὑψηλότατον τῶν πύργων καταλαβόμενος Φασάηλον ἐπὶ τιμῇ τοῦ Ἡρώδου ἀδελφοῦ Φασαήλου ᾠκοδομημένον τε καὶ οὕτως εἰρημένον τελευτῆς ὑπὸ Παρθυαίων αὐτῷ γενομένης, κατέσειε τοῖς Ῥωμαίοις ἐπεξιέναι τοῖς Ἰουδαίοις, αὐτὸς μὲν οὐδʼ εἰς τοὺς φίλους τολμῶν κατιέναι, τοὺς δʼ ἄλλους προαποθνήσκειν αὐτοῦ τῆς πλεονεξίας δικαιῶν. 17.258τολμησάντων δʼ εἰς τὴν ἔξοδον τῶν Ῥωμαίων μάχη συνῄει καρτερά, καὶ οἱ Ῥωμαῖοι πολλῶν μὲν ἔργων ἐκράτουν, οὐ μὴν τὰ φρονήματά γε τοῖς Ἰουδαίοις ἔκαμνε τῇ ὄψει τοῦ δεινοῦ πολλῶν αὐτοῖς πεπτωκότων, 17.259περιοδεύσαντες δʼ ἀνίασιν ἐπὶ τὰς στοάς, αἵπερ ἦσαν τοῦ ἱεροῦ τὸν ἔξω περίβολον περιέχουσαι, καὶ πολλοῖς ἀμάχου γενομένης λίθους τε ἠφίεσαν τοὺς μὲν ἐκ χειρὸς ὑπάραντες, οὓς δὲ σφενδονῶν, ἀθληταὶ τρόπου τοιαύτης μάχης ὄντες. 17.260καὶ οἱ τοξόται πάντες παρατεταγμένοι μεγάλα ἔβλαπτον τοὺς Ῥωμαίους διὰ τὸ ὑπερδέξιοί τε εἶναι καὶ ἐπιχειρεῖσθαι μὲν ἄποροι διὰ τὸ ἀνέφικτον τοῖς εἰσακοντίζειν πειρωμένοις εἶναι, ῥᾴους δὲ κρατεῖσθαι τοὺς πολεμίους ἔχοντες. καὶ πολὺν μὲν χρόνον μάχη συνέστη τοιάδε οὖσα. 17.261ἔπειτα Ῥωμαῖοι δεινῶς φέροντες τοῖς δρωμένοις πῦρ ἐνιᾶσιν ταῖς στοαῖς λαθόντες Ἰουδαίων τοὺς ἀναβεβηκότας ἐπʼ αὐταῖς. καὶ τὸ πῦρ ὑπό τε πολλῶν προστεθειμένον καὶ μετὰ τῶν ἐγείρειν φλόγα δυναμένων ἥπτετο τοῦ ὀρόφου τάχος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.255 Joseph. AJ 17.259 (English) >>Joseph. AJ 17.264

Powered by PhiloLogic